Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.175 Joseph. AJ 15.181 (English) >>Joseph. AJ 15.186

15.179

Τοῦτο μὲν τὸ τέλος Ὑρκανῷ συνέπεσεν τοῦ βίου ποικίλαις καὶ πολυτρόποις χρησαμένῳ ταῖς ἐν τῷ ζῆν τύχαις· εὐθὺς μὲν γὰρ ἐν ἀρχῇ βασιλευούσης αὐτῷ τῆς μητρὸς Ἀλεξάνδρας ἀρχιερεὺς καταστὰς τοῦ Ἰουδαίων ἔθνους ἔτεσιν ἐννέα τὴν τιμὴν κατέσχεν. 15.180παραλαβὼν δὲ τὴν βασιλείαν ἀποθανούσης τῆς μητρὸς αὐτῷ καὶ ταύτην κατασχὼν τρεῖς μῆνας ἐκπίπτει μὲν ὑπʼ Ἀριστοβούλου τοῦ ἀδελφοῦ, κατάγεται δʼ αὖθις ὑπὸ Πομπηίου καὶ πάσας τὰς τιμὰς ἀπολαβὼν ἔτη τεσσαράκοντα διετέλεσεν ἐν αὐτοῖς. 15.181ἀφαιρεθεὶς δὲ τὸ δεύτερον ὑπʼ Ἀντιγόνου καὶ λωβηθεὶς τὸ σῶμα παρὰ Πάρθοις αἰχμάλωτος ἐγένετο. κἀκεῖθεν εἰς τὴν οἰκείαν ἐπανῄει χρόνῳ διὰ τὰς ἐξ Ἡρώδου προτεινομένας ἐλπίδας, ὧν οὐδὲν αὐτῷ κατὰ προσδοκίαν ἀπήντα πολυπαθείᾳ βίου χρησαμένῳ, τὸ δυσχερέστατον δέ, ὡς προειρήκαμεν, ἐν γήρᾳ τέλους οὐκ ἀξίου τυχεῖν· 15.182δοκεῖ γὰρ ἐπιεικὴς καὶ μέτριος ἐν πᾶσιν γενέσθαι καὶ τὰ πλεῖστα τῆς ἀρχῆς ὑπὸ διοικηταῖς ἄγειν, οὐ πολυπράγμων οὐδὲ δεινὸς ὢν βασιλείας ἐπιστατεῖν, Ἀντιπάτρῳ τε καὶ Ἡρώδῃ μέχρι τοῦδε προελθεῖν ἐγένετο διὰ τὴν ἐπιείκειαν τὴν ἐκείνου, καὶ τὸ πέρας οὔτε δίκαιον οὔτʼ εὐσεβὲς ἐξ αὐτῶν εὕρατο τοιούτου τέλους. 15.183

δὲ Ἡρώδης ὡς καὶ τὸν Ὑρκανὸν ἐκποδὼν ἐποιήσατο, σπεύδων πρὸς Καίσαρα καὶ μηδὲν ἐλπίσαι περὶ τῶν αὐτοῦ πραγμάτων δυνάμενος χρηστὸν ἐκ τῆς γενομένης αὐτῷ πρὸς Ἀντώνιον φιλίας, ὕποπτον μὲν εἶχεν τὴν Ἀλεξάνδραν, μὴ τῷ καιρῷ συνεπιθεμένη τὸ πλῆθος ἀποστήσῃ καὶ στασιάσῃ τὰ περὶ τὴν βασιλείαν πράγματα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.175 Joseph. AJ 15.181 (English) >>Joseph. AJ 15.186

Powered by PhiloLogic